Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.66 Joseph. AJ 10.71 (English) >>Joseph. AJ 10.76

10.69τὰς οἰκίας τε καὶ τὰς κώμας ἠρεύνησε καὶ τὰς πόλεις, μή τις ἔνδον ἔχοι τι τῶν εἰδώλων ὑπονοῶν. οὐ μὴν ἀλλὰ καὶ τὰ τοῖς βασιλευομένοις ἐφεστῶτα ἅρματα, κατεσκεύασαν οἱ πρόγονοι, καὶ εἴ τι ἄλλο τοιοῦτον ἦν προσεκύνουν ὡς θεῷ ἐβάστασε· 10.70καὶ καθαρίσας οὕτω τὴν χώραν ἅπασαν εἰς Ἱεροσόλυμα τὸν λαὸν συνεκάλεσε κἀκεῖ τὴν ἀζύμων ἑορτὴν καὶ τὴν πάσχα λεγομένην ἤγαγεν· ἐδωρήσατό τε τῷ λαῷ τὸ πάσχα νεογνοὺς ἐρίφους καὶ ἄρνας δισμυρίους, βοῦς δʼ εἰς ὁλοκαυτώματα τρισχιλίους. 10.71παρεῖχον δὲ καὶ τῶν ἱερέων οἱ πρῶτοι διὰ τὸ πάσχα τοῖς ἱερεῦσιν ἄρνας δισχιλίους ἑξακοσίους καὶ τοῖς Λευίταις πεντακισχιλίους ἄρνας ἔδοσαν οἱ προεστῶτες αὐτῶν, βοῦς δὲ πεντακοσίους. 10.72καὶ γενομένης οὕτως ἀφθόνου τῆς τῶν ἱερείων εὐπορίας τὰς θυσίας ἐπετέλουν τοῖς Μωυσέος νόμοις, ἑκάστῳ τῶν ἱερέων ἐξηγουμένων καὶ διακονουμένων τοῖς ὄχλοις, καὶ τοῦ μηδεμίαν ἄλλην οὕτως ἀχθῆναι τοῖς Ἑβραίοις ἑορτὴν ἀπὸ τῶν Σαμουήλου τοῦ προφήτου χρόνων αἴτιον ἦν τὸ πάντα κατὰ νόμους καὶ κατὰ τὴν ἀρχαίαν παρατήρησιν τῆς πατρίου συνηθείας ἐπιτελεσθῆναι. 10.73ζήσας δʼ ἐν εἰρήνῃ μετὰ ταῦτα Ἰωσίας ἔτι δὲ καὶ πλούτῳ καὶ τῇ παρὰ πᾶσιν εὐδοξίᾳ κατέστρεψε τούτῳ τῷ τρόπῳ τὸν βίον·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.66 Joseph. AJ 10.71 (English) >>Joseph. AJ 10.76

Powered by PhiloLogic